Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.37 Joseph. AJ 11.42 (English) >>Joseph. AJ 11.47

11.40μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλουσιωτάτους, ὡς μηδὲν μικρὸν φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων ὀνομάτων. 11.41ἔτι γε μὴν στρατηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων καὶ συνήθων ἐξαιρεῖ μνήμην· ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους. 11.42καὶ ὅταν νήψαντες τύχωσιν καὶ καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς οἶνος κοιμωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν παρὰ τὴν μέθην εἰδότες. τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον.” 11.43

Ὡς δὲ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, μετʼ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν· 11.44πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς θέλουσιν, τούτων δʼ ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν· οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.37 Joseph. AJ 11.42 (English) >>Joseph. AJ 11.47

Powered by PhiloLogic